Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.45 Dem. 19.48 (English) >>Dem. 19.51

19.46μὴ νῦν,” ὑπολαβὼν Αἰσχίνης οὑτοσί, “μὴ νῦν ἀφίστασο,” ἔφη, “ἀλλʼ ὅπως τότε μὴ προσποιήσει.” “νὴ Δίʼ, ἀδικήσω γʼ,” ἔφην. ἐπαναστὰς δʼ Φιλοκράτης μάλʼ ὑβριστικῶςοὐδὲν,” ἔφη, “θαυμαστόν, ἄνδρες Ἀθηναῖοι, μὴ ταὔτʼ ἐμοὶ καὶ Δημοσθένει δοκεῖν· οὗτος μὲν γὰρ ὕδωρ, ἐγὼ δʼ οἶνον πίνω.” καὶ ὑμεῖς ἐγελᾶτε.

19.47σκέψασθε δὴ τὸ ψήφισμα, δίδωσι γράψας μετὰ ταῦθʼ Φιλοκράτης· ἀκοῦσαι μὲν γὰρ οὑτωσὶ παγκάλως ἔχει· ἐπειδὰν δὲ τοὺς καιροὺς συλλογίσηταί τις ἐφʼ ὧν ἐγράφη, καὶ τὰς ὑποσχέσεις ἃς οὗτος ὑπισχνεῖτο τότε, οὐδὲν ἄλλο φανήσονται πλὴν παραδόντες Φιλίππῳ καὶ Θηβαίοις Φωκέας, μόνον οὐκ ὀπίσω τὼ χεῖρε δήσαντες. Λέγε τὸ ψήφισμα.Ψήφισμα

19.48ὁρᾶτʼ, ἄνδρες Ἀθηναῖοι, τὸ ψήφισμα, ὅσων ἐπαίνων καὶ ὅσης εὐφημίας μεστόν ἐστι, καὶτὴν εἰρήνην εἶναι τὴν αὐτὴν ἥνπερ Φιλίππῳ καὶ τοῖς ἐγγόνοις, καὶ τὴν συμμαχίαν,” καὶἐπαινέσαι δὲ Φίλιππον, ὅτι ἐπαγγέλλεται τὰ δίκαια ποιήσειν.” ἀλλʼ οὐδὲν ἐκεῖνός γʼ ἐπηγγέλλετο, ἀλλὰ τοσούτου γʼ ἔδει ἐπαγγέλλεσθαι ὥστʼ οὐδʼ εἰδέναι φησὶ τί ἂν ποιῶν ὑμῖν χαρίσαιτο. 19.49ἀλλʼ οὗτος ἦν λέγων ὑπὲρ αὐτοῦ καὶ ὑπισχνούμενος. πρὸς δὲ τοὺς παρὰ τούτου λόγους ὡρμηκότας λαβὼν ὑμᾶς Φιλοκράτης ἐγγράφει τοῦτʼ εἰς τὸ ψήφισμα, “ἐὰν δὲ μὴ ποιῶσι Φωκεῖς δεῖ καὶ παραδιδῶσι τοῖς Ἀμφικτύοσιν τὸ ἱερόν, ὅτι βοηθήσει δῆμος Ἀθηναίων ἐπὶ τοὺς διακωλύοντας ταῦτα γίγνεσθαι.”



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.45 Dem. 19.48 (English) >>Dem. 19.51

Powered by PhiloLogic